News:

Η Συνευωχία ξανά στο Διαδίκτυο

Main Menu

Καταπληκτικὸ τοῦ Αἰσώπου!

Started by staboz, 09 December, 2011, 11:40:18 PM

Previous topic - Next topic

staboz

[font size=3]Ἀπὸ τὰ ὡραιότερα τοῦ Αἰσώπου.
Δὲν τὸ μεταφράζω... ὅποιος καταλάβει, κατάλαβε!!!
 [/fonts]    

[font size=3]Vita W  65.1 ` to     Vita W  67.8 65    Τῇ δὲ ἐπαύριον λέγει ὁ Ξάνθος τῷ Αἰσώπῳ \"τῇ τακτῇ ὥρᾳ ἄπελθε εἰς τὸ βαλανεῖον καὶ βλέπε ἐὰν οὐ πολυοχλῇ, ἵνα λούσωμαι.\" πορευομένου δὲ τοῦ Αἰσώπου ὑπήντησεν αὐτῷ ὁ στρατηγός, καὶ γνωρίσας ὅτι τοῦ Ξάνθου ἐστίν, λέγει αὐτῷ \"ποῦ πορεύει;\" ὁ δὲ Αἴσωπός φησιν \"οὐκ οἶδα.\" δόξας δὲ ὁ στρατηγὸς ὅτι καταγελᾷ αὐτοῦ, ἐκέλευσε βληθῆναι αὐτὸν εἰς τὴν φυλακήν. Αἴσωπος δὲ ἀπαγό μενος ἔφη \"ὁρᾷς ὅτι καλῶς σοι ἀπεκρίθην· μὴ προσδοκῶν γάρ, ὑπηντηκώς σοι εἰς φυλακὴν ἄπειμι.\" ἐκπλαγεὶς δὲ ὁ στρατηγὸς εἰς τὸ εὐαπολόγητον αὐτοῦ παρῆκεν αὐτόν. 66            ὁ δὲ Αἴσωπος παραγενόμενος εἰς τὸ βαλανεῖον εἶδε πλῆθος λαοῦ καὶ πρὸς τὸ μέσον τῆς εἰσόδου κείμενον εἰκῇ λίθον, ἐν ᾧ ἕκαστος τῶν εἰσερχομένων προσ κόπτων κατηρᾶτο τὸν τεθεικότα· εἷς δέ τις μεταθεὶς αὐτὸν εἰσῆλθε λούσασθαι. ὁ δὲ Αἴσωπος εἰς τὸν οἶκον ἐλθὼν λέγει τῷ κυρίῳ \"εἰ κελεύεις, δέσποτα, λούσασθαι, ἕνα ἄνθρωπον εἶδον ἐν τῷ βαλανείῳ.\" ὁ Ξάνθος λέγει \"καλόν ἐστι τὸ εὐρυχώρως λούσα σθαι· ἆρον τὰ πρὸς βαλανεῖον καὶ ὕπαγε.\" εἰσελθὼν δὲ ὁ Ξάνθος καὶ ἰδὼν τὸ πλῆθος τῶν λουομένων λέγει \"Αἴσωπε, οὐκ εἶπας \"ἕνα μόνον ἄνθρωπον εἶδον\";\" ὁ δέ \"καὶ μάλα\" φησίν· \"εἶδον γὰρ τὸν λίθον τοῦτον πρὸ τῆς εἰσόδου κείμενον, πρὸς ὃν εἰσιόντες πάντες προσέκοπτον· εἷς δὲ μὴ προσκόψας ἄρας μετέθηκε πρὸς τὸ μηδένα προσκόπτειν. ἐκεῖνον κρίνας παρὰ τοὺς λοιποὺς ἄνθρωπον εἶναι ἐδήλωσά σοι τὴν ἀλήθειαν.\" ὁ Ξάνθος εἶπεν \"οὐδὲν παρὰ τῷ Αἰσώπῳ ἀργὸν πρὸς ἀπολογίαν.\" 67    Λουσάμενος δὲ παρεγένετο ἐπὶ τὸν δεῖπνον. μετὰ δὲ τὸ δειπνῆσαι τῆς γαστρὸς νυξάσης ἐξῆλθε πρὸς ὑποχώρησιν. τοῦ δὲ Αἰσώπου παρεστῶτος καὶ ξέστην ὕδατος ἐπιφερομένου, λέγει ὁ Ξάνθος \"δύνασαί μοι εἰπεῖν διὰ τί ἔθος τοῖς ἀνθρώποις, ὅταν καθεζώμεθα εἰς τὰ ἀναγκαῖα, πυκνῶς τὰ ἑαυτῶν βλέπομεν ἀφοδεύματα;\" Αἴσωπος ἔφη \"κατὰ τοὺς παλαιοὺς σοφός τις διὰ σπατάλην πολὺν χρόνον ἐκαθέζετο εἰς τὰ ἀναγκαῖα, μέχρις οὗ καθεζόμενος τὰς ἰδίας ἔχεσε φρένας. ἀπ᾽ ἐκείνου οὖν οἱ ἄνθρωποι φοβούμενοι διαβλέπουσι τὰ ἴδια ἀφοδεύματα, μὴ καὶ αὐτοὶ τὰς ἰδίας χέσωσι φρένας. ἀλλὰ σύ, δέσποτα, μηδὲν ἀγωνιάσῃς· οὐ γὰρ ἔχεις φρένας.\" [/fonts]
Ρωμ. ε΄6-10