News:

Η Συνευωχία ξανά στο Διαδίκτυο

Main Menu

Ανάσταση

Started by mistral, 07 November, 2008, 07:47:09 PM

Previous topic - Next topic

mistral

ΟΤΑΝ ἀκούσῃς, ὅτι ἐν τῷ καιρῷ ἐκείνῳ ἐρρύσατο τὰς ψυχὰς ἐκ τοῦ ᾅδου καὶ τοῦ σκότους καὶ ὅτι κατῆλθεν εἰς τὸν ᾅδην ὁ Κύριος καὶ ἐποίησεν ἔνδοξον ἔργον, μὴ μακρὰν ἀπὸ τῆς ψυχῆς σου τὰ πράγματα ταῦτα εἶναι νομίσῃς. Ὁ γὰρ ἄνθρωπός ἐστι χωρητικὸς καὶ δεκτικὸς τοῦ πονηροῦ· κατέχει γὰρ ὁ θάνατος τὰς ψυχὰς τοῦ Ἀδὰμ καὶ ἐντὸς τοῦ σκότους εἰσὶν οἱ λογισμοὶ τῆς ψυχῆς ἐγκεκλεισμένοι. Καὶ ὅταν ἀκούσῃς περὶ μνημείων, μὴ τὰ φαινόμενα λογίσῃ μόνον· μνημεῖον γὰρ καὶ τάφος ἡ καρδία σοῦ ἐστιν. Ὅταν γὰρ ὁ ἄρχων τῆς κακίας καὶ οἱ ἄγγελοι αὐτοῦ ἐκεῖ ἐμφωλεύωσι καὶ ὅταν τὰς τρίβους καὶ τὰς διόδους ἐκεῖ ποιῶνται, ὅπου ἐμπεριπατοῦσιν αἱ δυνάμεις τοῦ σατανᾶ εἰς τὸν νοῦν σου καὶ εἰς τοὺς λογισμούς σου, -οὐχὶ ᾅδης καὶ τάφος καὶ μνημεῖον καὶ νεκρὸς εἶ τῷ Θεῷ; Ἐκεῖ γὰρ ὁ σατανᾶς ἀργύριον ἀδόκιμον ἐχάραξεν, ἐν τῇ ψυχῇ ταύτῃ ἔσπειρε σπέρματα πικρίας, ἐζύμωται ζύμῃ παλαιᾷ, βρύει ἐκεῖ πηγὴ βορβόρου. Ἔρχεται οὖν ὁ Κύριος εἰς τὰς ἐπιζητούσας αὐτὸν ψυχάς, εἰς τὸ βάθος τοῦ ᾅδου τῆς καρδίας, κἀκεῖ προστάσσει τῷ θανάτῳ λέγων· «ἔκβαλε τὰς ἐγκεκλεισμένας ψυχὰς τὰς ἐμὲ ἐπιζητούσας, ἃς κατέχεις βιαίως». Διαρρήσσει οὖν τοὺς βαρεῖς λίθους τοὺς ἐπικειμένους τῇ ψυχῇ, ἀνοίγει τὰ μνημεῖα, ἀνιστᾷ τὸν ἀληθινὸν νεκρόν, ἐκβάλλει ἐκ τῆς σκοτεινῆς φυλακῆς τὴν ἐγκεκλεισμένην ψυχήν.
                                                                                           Μακάριος ο Μέγας

Μὴ μακρὰν ἀπὸ τῆς ψυχῆς σου τὰ πράγματα ταῦτα εἶναι νομίσῃς.
[b]«Θεέ μου, δώσε μου αγνότητα και εγκράτεια, αλλά όχι ακόμα.» [/b]  [i]Άγιος Αυγουστίνος[/i]
[i]Τα προσωπικά μηνύματα διαγράφονται [b]χωρίς να διαβαστούν.[/b]
Διαβάζω [b]μόνον[/b] παραθέσεις που επιλέγω και αγνοώ τις υπόλοιπες.[/i]

mistral

Aνάσταση

ΑΥΤΗ ἐστὶν ἡ ἡμέρα͵ ἣν ἐποίησεν ὁ Κύριος͵
ἄλλη παρὰ τὰς ἐν ἀρχῇ τῆς κτίσεως γεγενημένας ἡμέρας͵
αἷς διαμετρεῖται ὁ χρόνος͵ ἄλλης κτίσεώς ἐστιν ἀρχὴ αὕτη·
ἐν ταύτῃ γὰρ ποιεῖ ὁ Θεὸς τῇ ἡμέρᾳ
οὐρανὸν καινὸν καὶ γῆν καινήν͵ καθώς φησιν ὁ προφήτης.
Ποῖον οὐρανόν; Τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως.
Ποίαν γῆν; Τὴν ἀγαθὴν καρδίαν φημί͵
καθὼς εἶπεν ὁ Κύριος͵τὴν γῆν τὴν πίνουσαν τὸν ἐπ΄ αὐτῆς
ἐρχόμενον ὑετὸν καὶ τὸν πολύχουν στάχυν ἁδρύνουσαν.
Ἐν ταύτῃ τῇ κτίσει
ἥλιος μέν ἐστιν ὁ καθαρὸς βίος͵
ἄστρα δὲ αἱ ἀρεταί͵
ἀὴρ δὲ ἡ διαφανὴς πολιτεία͵
θάλασσα δὲ τὸ βάθος ἐστὶ τοῦ πλούτου τῆς σοφίας τε καὶ τῆς γνώσεως͵
πόα δὲ καὶ βλαστήματα ἡ ἀγαθὴ διδασκαλία καὶ τὰ θεῖα διδάγματα͵
ἅπερ ὁ λαὸς τῆς νομῆς͵ τουτέστιν ἡ ποίμνη τοῦ Θεοῦ ἐπινέμεται͵
δένδρα δὲ ποιοῦντα καρπὸν ἡ τῶν ἐντολῶν ἐργασία.
Ἐν ταύτῃ κτίζεται καὶ ὁ ἀληθινὸς ἄνθρωπος
ὁ κατ΄ εἰκόνα γενόμενος Θεοῦ καὶ ὁμοίωσιν.
Ὁρᾷς οἵου κόσμου γίνεται ἀρχὴ αὕτη ἡ ἡμέρα͵ ἣν ἐποίησεν ὁ Κύριος͵
περὶ ἧς φησιν ὁ προφήτης͵ ὅτι
οὔτε ἡμέρα κατὰ τὰς ἄλλας ἡμέρας οὔτε νὺξ κατὰ τὰς ἄλλας νύκτας.
Καὶ οὔπω τὸ ἐξαίρετον τῆς παρούσης χάριτος ὁ λόγος ἐκήρυξεν.
Αὕτη ἔλυσε τὴν τοῦ θανάτου ὠδῖνα͵
αὕτη τὸν τῶν νεκρῶν πρωτότοκον ἐμαιεύσατο͵
ἐν ταύτῃ συνετρίβησαν αἱ σιδηραῖ τοῦ θανάτου πύλαι͵
ἐν ταύτῃ οἱ χαλκοῖ τοῦ ᾅδου μοχλοὶ συνεθλάσθησαν.
Νῦν ἀνοίγεται τοῦ θανάτου τὸ δεσμωτήριον͵
νῦν κηρύσσεται τοῖς αἰχμαλώτοις ἡ ἄφεσις͵
νῦν γίνεται τοῖς τυφλοῖς ἡ ἀνάβλεψις͵
νῦν τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις
ἐξ ὕψους ἀνατολὴ ἐπισκέπτεται. ...

Νύν!
                           Αγίου Γρηγορίου Νύσσης
[b]«Θεέ μου, δώσε μου αγνότητα και εγκράτεια, αλλά όχι ακόμα.» [/b]  [i]Άγιος Αυγουστίνος[/i]
[i]Τα προσωπικά μηνύματα διαγράφονται [b]χωρίς να διαβαστούν.[/b]
Διαβάζω [b]μόνον[/b] παραθέσεις που επιλέγω και αγνοώ τις υπόλοιπες.[/i]

mistral

Ἀνάσταση τοῦ Χριστοῦ εἶναι ἡ δική μας Ανάσταση

Ο ΧΡΙΣΤΟΣ καί Θεός ἡμῶν, ἐπί σταυροῦ κρεμασθείς
καί προσηλώσας ἐν αὐτῷ τήν ἁμαρτίαν τοῦ κόσμου,
θανάτου γευσάμενος, κατῆλθεν ἐν τοῖς κατωτάτοις τοῦ ᾅδου.
Ὥσπερ οὖν ἐξ ᾅδου πάλιν ἀνελθών εἰς τό ἄχραντον ἑαυτοῦ σῶμα εἰσῆλθεν,
οὗ κατελθών ἐκεῖσε οὐδαμῶς ἐχωρίσθη, καί εὐθύς ἀνέστη ἐκ τῶν νεκρῶν
καί μετά ταῦτα ἀνῆλθεν εἰς οὐρανούς μετά δόξης πολλῆς καί δυνάμεως,
οὕτω δή καί νῦν ἐξερχομένων ἡμῶν ἐκ τοῦ κόσμου καί εἰσερχομένων
διά τῆς τῶν παθημάτων τοῦ Κυρίου ἐξομοιώσεως ἐν τῷ τῆς μετανοίας
καί ταπεινώσεως μνήματι, αὐτός ἐκεῖνος ἐξ οὐρανῶν κατερχόμενος,
εἰσέρχεται ὡς ἐν τάφῳ ἐν τῷ ἡμῶν σώματι, καί
ἑνούμενος ταῖς ἡμετέραις ψυχαῖς ἐξανιστᾷ νεκράς οὔσας ὁμολογουμένως αὐτάς,
καί τηνικαῦτα βλέπειν ἐμπαρέχει τῷ οὕτως ἀναστάντι σύν τῷ Χριστῷ
τήν δόξαν τῆς μυστικῆς αὐτοῦ ἀναστάσεως.

Ἀνάστασις οὖν Χριστοῦ ἡ ἡμετέρα ὑπάρχει ἀνάστασις, τῶν κάτω κειμένων.
Ἐκεῖνος γάρ μή πεσών εἰς ἁμαρτίαν ποτέ, καθά γέγραπται, μηδέ ἀλλοιωθείς τῆς
ἰδίας δόξης κἄν ὁπωσοῦν, πῶς ἀναστήσεταί ποτε ἤ δοξασθήσεται,
ἀεί ὤν ὑπερδεδοξασμένος καί ὑπεράνω πάσης ἀρχῆς καί ἐξουσίας διαμένων ὡσαύτως;
Ἀνάστασις καί δόξα Χριστοῦ ἡ ἡμετέρα, καθάπερ εἴρηται, δόξα ὑπάρχει,
ἡ διά τῆς ἐν ἡμῖν αὐτοῦ ἀναστάσεως γινομένη καί δεικνυμένη καί ὁρωμένη ἡμῖν
.
Ἅπαξ γάρ οἰκειωσάμενος τά ἡμέτερα, ἅ ποιεῖ ἐν ἡμῖν αὐτός, ταῦτα ἑαυτῷ ἐπιγράφεται.
Ἀνάστασις δέ ψυχῆς ἡ ἕνωσίς ἐστι τῆς ζωῆς· ὥσπερ γάρ τό νεκρόν σῶμα, εἰ μή δέξεται
ἐν ἑαυτῷ τήν ζῶσαν ψυχήν καί ἀμίκτως ταύτῃ μιγῇ,  ζῆν οὐ λέγεται οὐδέ δύναται,
οὕτως οὐδέ ψυχή μόνη ζῆν αὐτή καθ᾿ ἑαυτήν δύναται,  εἰ μή ἀρρήτως καί ἀσυγχύτως
ἑνωθῇ Θεῷ, τῇ ὄντως αἰωνίᾳ ζωῇ. Πρό γάρ τῆς ἐν γνώσει καί ὁράσει καί αἰσθήσει
ἑνώσεως νεκρά ἐστιν, εἰ καί νοερά ὑπάρχει καί τῇ φύσει ἀθάνατος.
Οὔτε γάρ γνῶσις δίχα ὁράσεως,  οὔτε ὅρασις δίχα αἰσθήσεως.
Ἔστι δέ τό λεγόμενον οὕτως· ὅρασις καί ἐν τῇ ὁράσει γνῶσις καί αἴσθησις
(ἐν τοῖς πνευματικοῖς δέ τοῦτό φημι, ἐν γάρ τοῖς σωματικοῖς καί δίχα ὁράσεως
αἴσθησις γίνεται). Οἷόν τι λέγω;  Τυφλός εἰς λίθον τόν πόδα κρούων αἰσθάνεται,
ὁ δέ νεκρός οὔ· ἐν τοῖς πνευματικοῖς δε εἰ μή εἰς θεωρίαν ἔλθῃ ὁ νοῦς
τῶν ὑπέρ ἔννοιαν, τῆς μυστικῆς ἐνεργείας οὐκ αἰσθάνεται.
Ὁ οὖν πρό τῆς θεωρίας τῶν ὑπέρ νοῦν καί λόγον καί ἔννοιαν ἐπαισθάνεσθαι λέγων
ἐν τοῖς πνευματικοῖς, τῷ τάς ὄψεις πηρῷ ἔοικεν, ὅς ἐν οἷς μέν πάσχει ἀγαθοῖς
ἤ κακοῖς ἐπαισθάνεται, ἀγνοεῖ δέ τά ἐν χερσίν ἤ ποσί καί τά παραίτια ζωῆς ἤ θανάτου
τούτῳ γενόμενα· τά γάρ ἐπερχόμενα αὐτῷ κακά ἤ ἀγαθά οὐδαμῶς ἐπαισθάνεται τῆς ὀπτικῆς
ἐστερημένος δυνάμεως καί αἰσθήσεως, ὅθεν καί πολλάκις τήν ῥάβδον ἐπάρας πρός τήν
τοῦ ἐχθροῦ ἄμυναν, ἀντ᾿ ἐκείνου ἔσθ᾿ ὅτε τόν ἑαυτοῦ φίλον μᾶλλον ἐτύπτησε,
τοῦ ἐχθροῦ πρό τῶν ὀφθαλμῶν αὐτοῦ ἱσταμένου καί διαγελῶντος αὐτόν.

Ἀνάστασιν Χριστοῦ οἱ πλείονες μέν τῶν ἀνθρώπων πιστεύουσιν, ὀλίγοι δέ λίαν
εἰσίν οἱ καί ταύτην βλέποντες καθαρῶς, οἱ δέ γε μή θεασάμενοι
οὐδέ προσκυνεῖν δύνανται, ὡς ἅγιον καί Κύριον, τόν Χριστόν Ἰησοῦν·
"Οὐδείς γάρ, φησί, δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μή ἐν Πνεύματι Ἁγίῳ",
καί ἀλλαχοῦ· "Πνεῦμα ὁ Θεός, καί τούς προσκυνοῦντας αὐτόν ἐν πνεύματι καί
ἀληθείᾳ δεῖ προσκυνεῖν". Οὐδέ γάρ λέγει τό ἱερώτατον λόγιον,
ὅ καθ᾿ ἑκάστην ἐπί στόματος περιφέρομεν· Ἀνάστασιν Χριστοῦ πιστεύσαντες,
ἀλλά τι; "Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον
Κύριον Ἰησοῦν, τόν μόνον ἀναμάρτητον". Πῶς οὖν προτρέπεται νῦν ἡμᾶς τό Πνεῦμα
λέγειν τό Ἅγιον - ὡς αὐτήν ἰδόντες, ἥνπερ οὐκ εἴδομεν·
"Ἀνάστασιν Χριστοῦ θεασάμενοι", ἅπαξ πρό χιλίων ἐτῶν ἀναστάντος
τοῦ Χριστοῦ καί μηδέ τότε τοῦτον ἀνιστάμενον ἰδόντος τινός;

Ἆρα μή ψεύδεσθαι ἡμᾶς βούλεται ἡ θεία Γραφή;
Ἄπαγε, ἀλλ᾿ ἀληθεύειν μᾶλλον παρεγγυᾷ, ὡς
ἐν ἑνί ἑκάστῳ ἡμῶν τῶν πιστῶν ἐγγινομένης δηλονότι τῆς Χριστοῦ ἀναστάσεως
καί τοῦτο οὐχ ἁπλῶς, ἀλλά καθ᾿ ὥραν, ὡς εἰπεῖν, αὐτοῦ τοῦ Δεσπότου Χριστοῦ
ἐν ἡμῖν ἐξανισταμένου, λαμπροφοροῦντος καί ἀπαστράπτοντος τάς τῆς ἀφθαρσίας
καί Θεότητος ἀστραπάς. Ἡ φωτοφόρος γάρ παρουσία τοῦ Πνεύματος ὑποδεικνύει, μᾶλλον
δέ αὐτόν ἐκεῖνον τόν ἀναστάντα ὁρᾷν χαρίζεται. Διό καί λέγομεν·
"Θεός Κύριος καί ἐπέφανεν ἡμῖν", καί τήν δευτέραν αὐτοῦ ὑποσημαίνοντες
παρουσίαν ἐπιφέροντες
οὕτω λέγομεν· "Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου".
Οἷς οὖν ἐπιφανῇ ὁ Χριστός ἐξαναστάς, πάντως πνευματικῶς αὐτοῖς
τοῖς πνευματικοῖς ὄμμασι ὁρώμενος δείκνυται.
Ὅταν γάρ ἐν ἡμῖν διά τοῦ Πνεύματος γένηται, ἀνιστᾷ ἡμᾶς ἐκ νεκρῶν καί ζωοποιεῖ
καί αὐτόν ἐν ἡμῖν ὅλον ὁρᾷν ζῶντα δίδωσι, τόν ἀθάνατον καί ἀνώλεθρον,
οὐ μόνον δέ, ἀλλά καί συνανιστῶντα καί συνδοξάζοντα ἡμᾶς ἑαυτῷ τρανῶς γινώσκειν χαρίζεται,
καθώς πᾶσα θεία Γραφή μαρτυρεῖ.

"Ἀνάστασιν Χριστοῦ θεασάμενοι",
ἅπαξ πρό (δισ)χιλίων ἐτῶν ἀναστάντος τοῦ Χριστοῦ
καί μηδέ τότε τοῦτον ἀνιστάμενον ἰδόντος τινός;

Ἄπαγε, ἀλλ᾿ ἀληθεύειν μᾶλλον παρεγγυᾷ,
ὡς ἐν ἑνί ἑκάστῳ ἡμῶν τῶν πιστῶν ἐγγινομένης δηλονότι τῆς Χριστοῦ ἀναστάσεως
καί τοῦτο οὐχ ἁπλῶς, ἀλλά καθ᾿ ὥραν, ὡς εἰπεῖν,
αὐτοῦ τοῦ Δεσπότου Χριστοῦ ἐν ἡμῖν ἐξανισταμένου,
λαμπροφοροῦντος καί ἀπαστράπτοντος τάς τῆς ἀφθαρσίας καί Θεότητος ἀστραπάς.
                           
                                      Αγίου Συμεών του Νέου Θεολόγου
[b]«Θεέ μου, δώσε μου αγνότητα και εγκράτεια, αλλά όχι ακόμα.» [/b]  [i]Άγιος Αυγουστίνος[/i]
[i]Τα προσωπικά μηνύματα διαγράφονται [b]χωρίς να διαβαστούν.[/b]
Διαβάζω [b]μόνον[/b] παραθέσεις που επιλέγω και αγνοώ τις υπόλοιπες.[/i]