Είναι κανείς που να ξέρει γράμματα καλά και να μπορεί να μεταφράσει σωστά το ποίημα αυτό της Σαπφώς;
ΣΑΠΦΟΥΣ ΜΕΛΩΝ Γ΄
53 βροδοπάχεες ἄγναι Χάριτες δεῦτε Δίος κόραι
54 ἔλθοντ᾽ ἐξ ὀράνω πορφυρίαν περθέμενον χλάμυν ...
55 κατθάνοισα δὲ κείσηι οὐδέ ποτα μναμοσύνα σέθεν ἔσσετ᾽ οὐδὲ †ποκ᾽†ὔστερον• οὐ γὰρ πεδέχηις βρόδων τὼν ἐκ Πιερίας• ἀλλ᾽ ἀφάνης κἀν Ἀίδα δόμωι [align=right]φοιτάσηις πεδ᾽ ἀμαύρων νεκύων ἐκπεποταμένα.[/align]
56 οὐδ᾽ ἴαν δοκίμωμι προσίδοισαν φάος ἀλίω ἔσσεσθαι σοφίαν πάρθενον εἰς οὐδένα πω χρόνον τεαύταν
57 τίς δ᾽ ἀγροΐωτις θέλγει νόον ..... ἀγροΐωτιν ἐπεμμένα σπόλαν ..... οὐκ ἐπισταμένα τὰ βράκε᾽ ἔλκην ἐπὶ τὼν σφύρων;