Αποστολέας Θέμα: Η ημέρα του Κυρίου  (Αναγνώστηκε 867 φορές)

Αποσυνδεδεμένος mistral

  • Hero Member
  • *****
  • Μηνύματα: 1078
    • Προφίλ
Η ημέρα του Κυρίου
« στις: 23 Δεκεμβρίου, 2008, 02:37:12 πμ »
ΤΑΔΕ λέγει τό φῶς·
«Ἐκ τοῦ στόματός σου κρινῶ σέ, πονηρέ δοῦλε,
ὅτι ἐλθόντα με, ὡς σύ λέγεις, καί ἐνοικήσαντα ἐν σοί
τόν ταῖς ἄνω ἀπρόσιτον τάξεσι, τοῦτο γινώσκων αὐτός,
ἔασας μέ ὑπό τό σκότος κεῖσθαι κεχωρισμένον τῶν σῶν κακῶν,
καθά δή τοῦτο λέγεις αὐτός·
καί ἐπί τοσούτους χρόνους ἐγκαρτερήσαντός μου
καί τήν μετάνοιάν σου ἐκδεχομένου
καί τήν ἐργασίαν τῶν ἐντολῶν μου προσαναμένοντος,
οὐκ ἠβουλήθης μέχρι τέλους κἄν ποσῶς ἐκζητῆσαί με,
οὐδέ συμπνιγόμενον καί στεναχωρούμενον ἐν σοί ὤκτειρας,
οὐδέ εὑρεῖν με τήν δραχμήν ἥν ἀπώλεσα, σέ, ἔασας δά τό μή
ἐαθῆναί με ἀναφθῆναι καί θεάσασθαί σε καί ὑπό σοῦ θεαθῆναι,
ἀλλ᾿ ὑπό τῶν ἐν σοί παθῶν ἀεί συγκαλύπτεσθαι.
Ἄπελθε τοιγαροῦν ἀπ᾿ ἐμοῦ, ἐργάτα τῆς ἀνομίας,
εἰς τό πῦρ τό αἰώνιον τό ἡτοιμασμένον τῷ διαβόλῳ καί τοῖς ἀγγέλοις αὐτοῦ,
ἐπειδή τήν σήν ἐπιστροφήν καί μετάνοιαν ἐπείνασα, καί οὐκ ἔδωκάς μοι φαγεῖν·
ἐδίψησα τήν σωτηρίαν σου, καί οὐκ ἔδωκάς μοι πιεῖν·
γυμνός ἤμην τῶν σῶν ἐναρέτων πράξεων, καί οὐκ ἐνέδυσάς με αὐτάς·
ἐν φυλακῇ στενωτάτῃ καί ῥυπώσῃ καί σκοτεινῇ τῆς σῆς καρδίας ὑπῆρχον,
καί ἐπισκέψασθαι ἤ εἰς φῶς ἐξαγαγεῖν με οὐκ ἠβουλήθης·
ἐν ἀσθενείᾳ τῆς σῆς ῥᾳθυμίας καί ἀπραξίας κατακείμενόν με ἐγίνωσκες,
καί οὐ διηκόνησάς μοι διά τῶν ἀγαθῶν σου ἔργων καί πράξεων.
Λοιπόν ἄπελθε ἀπ᾿ ἐμοῦ».
                                                  Αγίου Συμεών του Νέου Θεολόγου

ΠΟΤΕ να ΜΗΝ δώσει ο Θεός να ακούσουμε αυτά τα φοβερά λόγια! Ποτέ! Αμήν.
«Θεέ μου, δώσε μου αγνότητα και εγκράτεια, αλλά όχι ακόμα.»  Άγιος Αυγουστίνος
Τα προσωπικά μηνύματα διαγράφονται χωρίς να διαβαστούν.
Διαβάζω μόνον παραθέσεις που επιλέγω και αγνοώ τις υπόλοιπες.