Αποστολέας Θέμα: Ποιά Βασιλεία του Θεού ζητάμε;  (Αναγνώστηκε 874 φορές)

Αποσυνδεδεμένος mistral

  • Hero Member
  • *****
  • Μηνύματα: 1078
    • Προφίλ
Ποιά Βασιλεία του Θεού ζητάμε;
« στις: 23 Δεκεμβρίου, 2008, 02:34:08 πμ »
ΕΠΙΣΤΑΣΘΕ ἄρα ποίαν λέγει ζητεῖν ἡμᾶς βασιλείαν;
Τήν ἐν τῷ ὕψει τῶν οὐρανῶν, τήν μέλλουσαν μετά τήν ἀνάστασιν ἔσεσθαι ἤ,
ὥς πού ποτε οὖσαν μακράν, ταύτην λέγει ζητεῖν ἡμᾶς; Οὐδαμῶς.
Ὁποίαν δέ ἄρα ζητεῖν ἐγκελεύεται;
Πρόσεχε ἀκριβῶς ὁποία τίς ἐστιν ἡ ζητεῖσθαι ὀφείλουσα παρ᾿ ἡμῶν βασιλεία.
Ὁ Θεός, κτίστης ὤν καί δημιουργός τῶν ἁπάντων, ἀεί πάντων ἐπουρανίων βασιλεύει
καί ἐπιγείων καί καταχθονίων· ἀλλά καί τῶν μήπω γεγονότων ὡς ἤδη γεγονότων ἐν αὐτῷ
αὐτός βασιλεύει, ὅτι δι᾿ αὐτοῦ γενήσονται καί εἴ τι δ᾿ἄν μετά ταῦτα γενήσεσθαι μέλλει,
βασιλεύει δέ οὐχ ἤκιστα καί ἐφ᾿ ἕνα ἕκαστον ἡμῶν ἐν δικαιοσύνῃ καί γνώσει καί ἀληθείᾳ.
Ταύτην τοιγαροῦν λέγει ζητεῖν τήν βασιλείαν ἡμᾶς, ἵνα καθώς “ἐβασίλευσεν ὁ Θεός ἐπί τά ἔθνη”,
ὡς γέγραπται, βασιλεύσῃ καί ἐφ᾿ ἡμῖν, ἐπειδή ἐξ ἐθνῶν ἐσμεν. Βασιλεύσει δέ πῶς;
Ὡς ἐπί ὀχήματός τινος ἐφ᾿ ἡμᾶς ἐποχούμενος καί ὡς ἡνίας τά θελήματα κρατῶν
ἐν τῇ χειρί αὐτοῦ τῶν ἡμετέρων ψυχῶν, ὅς καί ἄξει ἐν οἷς ἄν βούληται ἡμᾶς εὐηνίους
εὑρών καί εἰς τό ἐκείνου θέλημα οἷα δή ἵπποις χρήσεται ἡμῶν τοῖς θελήμασιν,
ὑπείκουσι προθύμως ταῖς αὐτοῦ νομοθεσίαις καί ἐντολαῖς.
Οὕτω δή βασιλεύει Θεός ἐν οἷς οὐδέποτε ἐβασίλευσε,
καθαιρομένοις διά δακρύων καί μετανοίας
καί τελειουμένοις διά σοφίας καί γνώσεως τῆς τοῦ Πνεύματος.
Οὕτω καί Χερουβίμ οἱ ἄνθρωποι γίνονται, τόν ἐπί πάντων Θεόν
ἐπί τοῦ νώτου τῶν ψυχῶν αὐτῶν ἐν τῷδε τῷ κόσμῳ ἐπιφερόμενοι.
Τίς οὖν ἐπί τοσοῦτον ἄφρων καί ἀναίσθητος ὅς πρό τοῦ τήν δόξαν ταύτην
καί ἰδεῖν καί παθεῖν ἀρχῆς ἤ δόξης ἤ πλούτου ἐπιθυμήσει;
Μᾶλλον δέ τίς οὕτως ἀπονενοημένος καί ἄθλιος, ὅς μείζονα τῆς τοῦ Θεοῦ βασιλείας
καί δόξης ἄλλην εἶναι δόξαν ἤ βασιλείαν ἤ πλοῦτον ἤ τιμήν ἤ ἀρχήν ἤ τρυφήν,
ἤ τι τῶν λεγομένων ἄλλων καί νομιζομένων καλῶν ἐπί γῆς ἤ ἐν οὐρανῷ, ὑποπτεύσει,
ἵνα καί ἐκεῖνα ἀντί ταύτης ἐκλέξηται;
Ὄντως οὐκ ἔστι ταύτης ἕτερον οὐδέν ἐφετώτερον τοῖς γε νοῦν ἔχουσι.

                                           Αγίου Συμεών του Νέου Θεολόγου
«Θεέ μου, δώσε μου αγνότητα και εγκράτεια, αλλά όχι ακόμα.»  Άγιος Αυγουστίνος
Τα προσωπικά μηνύματα διαγράφονται χωρίς να διαβαστούν.
Διαβάζω μόνον παραθέσεις που επιλέγω και αγνοώ τις υπόλοιπες.