Συνευωχία Ιδεών

Θεολογίας Πέρι => Πνευματικά θέματα & Κείμενα => Topic started by: mistral on 23 December, 2008, 02:40:07 AM

Title: Τώρα είναι η ημέρα της σωτηρίας!
Post by: mistral on 23 December, 2008, 02:40:07 AM
Τώρα εἶναι ἡ ἡμέρα τῆς σωτηρίας

ΩΣ ΕΣΤΙΝ ἄτοπον χρήματα μὲν προαρπάζειν͵ ὑγείαν δὲ ἀναβάλλεσθαι,
καὶ σώματα μὲν προκαθαίρειν͵ ψυχῆς δὲ κάθαρσιν ταμιεύεσθαι,
καὶ τῆς μὲν κάτω δουλείας ἐλευθερίαν ζητεῖν͵ τῆς ἄνω δὲ μὴ ἐφίεσθαι,
καὶ ὅπως μὲν οἰκήσεις μεγαλοπρεπῶς ἢ ἀμφιέσῃ πᾶσαν ποιεῖσθαι σπουδήν͵
ὅπως δὲ αὐτὸς πλείστου ἄξιος ἔσῃ͵ μηδὲν φροντίζειν,
καὶ ἄλλους μὲν εὖ ποιεῖν πρόθυμον εἶναι͵ σαυτὸν δὲ μὴ βούλεσθαι.
Καὶ εἰ μὲν ὤνιον ἦν σοι τὸ ἀγαθὸν μηδενὸς ἂν φείδεσθαι χρήματος,
εἰ δὲ πρόκειται τὸ φιλάνθρωπον καταφρονεῖς τῷ ἑτοίμῳ τῆς εὐποιΐας.
Πᾶς σοι καιρὸς ἐκπλύσεως͵ ἐπειδὴ πᾶς ἀναλύσεως.
Μετὰ Παύλου βοῶ σοι͵ τῆς μεγάλης φωνῆς·
Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος͵ ἰδοὺ νῦν ἡμέρα σωτηρίας·
οὐχ ἕνα καιρόν͵ ἀλλὰ πάντα τοῦ νῦν ὁρίζοντος.
Καὶ πάλιν·
Ἔγειραι ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ Χριστός͵
λύων τὴν νύκτα τῆς ἁμαρτίας· ἐπειδὴ
Ἐν νυκτὶ ἐλπὶς πονηρά͵ κατὰ τὸν Ἡσαΐαν͵ καὶ τῷ πρωῒ ληφθῆναι λυσιτελέστερον. ...
Ἀεὶ τὴν σωτηρίαν ἐργάζου καὶ πᾶς ἔστω σοι καιρὸς τοῦ βαπτίσματος ὅρος.
Ἐὰν ἀεὶ τὸ σήμερον παρατρέχων ἐπιτηρῇς τὸ εἰς αὔριον͵
λανθάνεις ταῖς κατὰ μικρὸν ἀναβολαῖς ὑπὸ τοῦ Πονηροῦ κλεπτόμενος͵
ὥσπερ ἐκείνου τρόπος. Ἐμοὶ δὸς τὸ παρόν͵ Θεῷ τὸ μέλλον,
ἐμοὶ τὴν νεότητα͵ Θεῷ τὸ γῆρας, ἐμοὶ τὰς ἡδονάς͵ ἐκείνῳ τὴν ἀχρηστίαν.

«ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος,
ἰδοὺ νῦν ἡμέρα σωτηρίας»  Κορ. Β\' 6:2

                        Αγίου Γρηγορίου του Θεολόγου